Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.131 Joseph. BJ 6.138 (English) >>Joseph. BJ 6.145

6.135τοὺς μὲν ἐπὶ τὴν πρᾶξιν ἔπεμπε καθʼ ἣν ὥραν προείρηται, προελθὼν δὲ αὐτὸς εἰς τὸ εὐκάτοπτον ἀπὸ τῆς Ἀντωνίας ἐκαραδόκει τὸ μέλλον. 6.136

Οὐ μὴν οἵ γε πεμφθέντες τοὺς φύλακας εὗρον κοιμωμένους, ὡς ἤλπισαν, ἀλλʼ ἀναπηδήσασι μετὰ κραυγῆς εὐθέως συνεπλέκοντο· πρὸς δὲ τὴν βοὴν τῶν ἐκκοιτούντων ἔνδοθεν οἱ λοιποὶ κατὰ στῖφος ἐξέθεον. 6.137τῶν μὲν δὴ πρώτων τὰς ὁρμὰς ἐξεδέχοντο Ῥωμαῖοι· περιέπιπτον δʼ οἱ μετʼ ἐκείνους τῷ σφετέρῳ τάγματι, καὶ πολλοὶ τοῖς οἰκείοις ὡς πολεμίοις ἐχρῶντο. 6.138τὴν μὲν γὰρ διὰ βοῆς ἐπίγνωσιν κραυγὴ συγχυθεῖσα παρʼ ἀμφοῖν, τὴν δὲ διʼ ὀμμάτων νὺξ ἕκαστον ἀφείλετο, καὶ τυφλώττειν ἄλλως οὓς μὲν οἱ θυμοὶ παρεσκεύαζον οὓς δʼ οἱ φόβοι· διὰ τοῦτο τὸν προστυχόντα πλήττειν ἦν ἄκριτον. 6.139Ῥωμαίους μὲν οὖν συνησπικότας καὶ κατὰ συντάξεις προπηδῶντας ἧττον ἔβλαπτεν ἄγνοια· καὶ γὰρ ἦν παρʼ ἑκάστῳ μνήμη τοῦ συνθήματος· 6.140Ἰουδαῖοι δʼ ἀεὶ σκεδαννύμενοι καὶ τάς τε προσβολὰς καὶ τὰς ὑποχωρήσεις ἀνέδην ποιούμενοι πολλάκις φαντασίαν παρεῖχον ἀλλήλοις πολεμίων· τὸν ὑποστρέφοντα γὰρ ἕκαστος οἰκεῖον διὰ

-- --

σκότους ὡς ἐπιόντα Ῥωμαῖον ἐξεδέχετο. 6.141πλείους γοῦν ὑπὸ τῶν ἰδίων τῶν πολεμίων ἐτρώθησαν, ἕως ἡμέρας γενομένης ὄψει τὸ λοιπὸν μάχη διεκρίνετο, καὶ κατὰ φάλαγγα διαστάντες τοῖς τε βέλεσιν εὐτάκτοις ἐχρῶντο καὶ ταῖς ἀμύναις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.131 Joseph. BJ 6.138 (English) >>Joseph. BJ 6.145

Powered by PhiloLogic